1 | [․․․ τῆ]ς πρυτα[νείας· τῶν προέδρων ἐπεψ]- |
[ήφιζεν ․․․․]κράτη[ς ․․․․․․15․․․․․․․] | |
[․․․․9․․․․ Π]οτάμιος ε[ἶπεν· περὶ ὧν ἔδο]- | |
[ξε Ἀσκληπιό]δωρος [Πο]λυ․․․․․12․․․․․ | |
5 | [․․ ἐν τεῖ βο]υλεῖ ἔννομα ἱ[κετεύειν· v ἐψ]- |
[ηφίσθαι] τῶι δήμωι· ἐπειδὴ [Ἀσκ]ληπι[όδω]- | |
[ρος ἀνὴρ] ἀγαθὸς ἐγένετο μ[αχό]μενος π[ρ]- | |
[ὸς τοὺς] πολεμίους π[λέω]ν ἐ[πὶ] τῆς τριήρ- | |
[ους τῆς] Χάρητος τοῦ Αἰξων[έω]ς, ἐπαινέ[σ]- | |
10 | [αι αὐτὸ]ν καὶ στεφανῶσαι θα[λ]λοῦ στεφ[ά]- |
[νωι ἀν]δραγαθίας ἕνεκα καὶ καλέσαι ἐ[π]- | |
[ὶ ξένι]α εἰς τὸ πρυτανεῖον εἰς αὔριον· [ε]- | |
[ἶν]αι δὲ αὐτῶι καὶ ἰσοτέλειαν καὶ ἐκγ[ό]- | |
νοις οἰκοῦντι Ἀθήνησιν καθάπερ τοῖ[ς] | |
15 | ἄλλοις ἰσοτελέσιν, ὅπως ἂν εἰ[δ]ῶσιν π[ά]- |
ντες ὅσοι ἂν στρατεύωνται μετ’ Ἀθηνα[ί]- | |
[ω]ν ὅτι τιμᾶι ὁ δῆμος τοὺς ἄνδρας τοὺς [ἀ]- | |
[γ]αθούς· τὸ δὲ ψήφισμα τόδε ἀναγράψας [ὁ] | |
[γρ]αμματεὺς ἐν στήλει λιθίνει στησά[τ]- | |
20 | [ω] ἐν ἀκ[ροπό]λει· εἰς δὲ τὴν ἀναγραφὴν δ[ό]- |
[τ]ω ὁ τα[μίας] τοῦ δήμου εἴκοσι δραχμὰς [ἐ]- | |
[κ] τῶν κ[ατὰ ψ]ηφίσματα ἀναλισκομένων [τ]- | |
[ῶ]ι δήμωι· v Κηφισοφῶν Καλλιβίου Παια[ν]- | |
[ιε]ὺς εἶπεν· τὰ μὲν ἄλλα καθάπερ τεῖ βο[υ]- | |
25 | [λεῖ· ἐπειδὴ δὲ Ἀ]σκληπιόδωρος ἀνὴρ ἀγ[α]- |
[θός — — — — — — — — — — — — — — —]ονα․․․ |
IG II²
276