[ ] Att. — Athens — stoich. 31 — 337/6 BC — IG II² 276
1 [ἐπὶ Φρυνίχου ἄρχοντος ἐπὶ τῆς Πανδιο]-
[νίδος δεκάτης πρυτανείας· Χαιρέστρα]-
[τος Ἀχαρνεὺς ἐγραμμάτευε· Σκιροφορι]-
[ῶνος ἕνει καὶ νέαι, πέμπτηι καὶ τριακο]-
5 [στῆι τῆ]ς πρυτα[νείας· τῶν προέδρων ἐπε]-
[ψήφιζε]ν [Εὐθυ]κράτη[ς Ἀφιδναῖος ․․5․․]
[․․․․10․․․․ Π]οτάμιος ε[ἶπεν· περὶ ὧν ἔδ]-
[οξε Ἀσκληπιό]δωρος [Πο]λυ[․․․․11․․․․․]
[․․ ἐν τεῖ βο]υλεῖ ἔννομα [κετεύειν·  ἐψ]-
10 [ηφίσθαι] τῶι δήμωι· ἐπειδὴ [Ἀσκ]ληπι[όδω]-
[ρος ἀνὴρ] ἀγαθὸς ἐγένετο μ[αχό]μενος π[ρ]-
[ὸς τοὺς] πολεμίους π[λέω]ν [πὶ] τῆς τριήρ-
[ους τῆς] Χάρητος τοῦ Αἰξων[έω]ς, ἐπαινέ[σ]-
[αι αὐτὸ]ν καὶ στεφανῶσαι θα[λ]λοῦ στεφ[ά]-
15 [νωι ἀν]δραγαθίας ἕνεκα καὶ καλέσαι ἐ[π]-
[ὶ ξένι]α εἰς τὸ πρυτανεῖον εἰς αὔριον· [ε]-
[ἶν]αι δὲ αὐτῶι κα σοτέλειαν καὶ ἐκγ[ό]-
νοις οἰκοῦντι Ἀθήνησιν καθάπερ τοῖ[ς]
ἄλλοις ἰσοτελέσιν, ὅπως ἂν εἰ[δ]ῶσιν π[ά]-
20 ντες ὅσοι ἂν στρατεύωνται μετ’ Ἀθηνα[ί]-
[ω]ν ὅτι τιμᾶι ὁ δῆμος τοὺς ἄνδρας τοὺς [ἀ]-
[γ]αθούς· τὸ δὲ ψήφισμα τόδε ἀναγράψας [ὁ]
[γρ]αμματεὺς ἐν στήλει λιθίνει στησά[τ]-
[ω] ἐν ἀκ[ροπό]λει· εἰς δὲ τὴν ἀναγραφὴν δ[ό]-
25 [τ]ω ὁ τα[μίας] τοῦ δήμου εἴκοσι δραχμὰς [ἐ]-
[κ] τῶν κ[ατὰ ψ]ηφίσματα ἀναλισκομένων [τ]-
[ῶ]ι δήμωι· v Κηφισοφῶν Καλλιβίου Παιαν̣-
[ι]ε̣ὺς επεν· τὰ μὲν ἄλλα καθάπερ τεῖ βο[υ]-
[λεῖ· ἐπειδὴ δὲ Ἀ]σκληπιόδωρος ἀνὴρ ἀγ[α]-
30 [θός — — — — — — — — — — — — — — —]ονα[․․․]
Search Help