[ ] Att. — stoich. 31 — ante 336/5
1 [․․․ τῆ]ς πρυτα[νείας· τῶν προέδρων ἐπεψ]-
[ήφιζεν ․․․․]κράτη[ς ․․․․․․15․․․․․․․]
[․․․․9․․․․ Π]οτάμιος ε[ἶπεν· περὶ ὧν ἔδο]-
[ξε Ἀσκληπιό]δωρος [Πο]λυ․․․․․12․․․․․
5 [․․ ἐν τεῖ βο]υλεῖ ἔννομα ἱ[κετεύειν· v ἐψ]-
[ηφίσθαι] τῶι δήμωι· ἐπειδὴ [Ἀσκ]ληπι[όδω]-
[ρος ἀνὴρ] ἀγαθὸς ἐγένετο μ[αχό]μενος π[ρ]-
[ὸς τοὺς] πολεμίους π[λέω]ν ἐ[πὶ] τῆς τριήρ-
[ους τῆς] Χάρητος τοῦ Αἰξων[έω]ς, ἐπαινέ[σ]-
10 [αι αὐτὸ]ν καὶ στεφανῶσαι θα[λ]λοῦ στεφ[ά]-
[νωι ἀν]δραγαθίας ἕνεκα καὶ καλέσαι ἐ[π]-
[ὶ ξένι]α εἰς τὸ πρυτανεῖον εἰς αὔριον· [ε]-
[ἶν]αι δὲ αὐτῶι καὶ ἰσοτέλειαν καὶ ἐκγ[ό]-
νοις οἰκοῦντι Ἀθήνησιν καθάπερ τοῖ[ς]
15 ἄλλοις ἰσοτελέσιν, ὅπως ἂν εἰ[δ]ῶσιν π[ά]-
ντες ὅσοι ἂν στρατεύωνται μετ’ Ἀθηνα[ί]-
[ω]ν ὅτι τιμᾶι ὁ δῆμος τοὺς ἄνδρας τοὺς [ἀ]-
[γ]αθούς· τὸ δὲ ψήφισμα τόδε ἀναγράψας [ὁ]
[γρ]αμματεὺς ἐν στήλει λιθίνει στησά[τ]-
20 [ω] ἐν ἀκ[ροπό]λει· εἰς δὲ τὴν ἀναγραφὴν δ[ό]-
[τ]ω ὁ τα[μίας] τοῦ δήμου εἴκοσι δραχμὰς [ἐ]-
[κ] τῶν κ[ατὰ ψ]ηφίσματα ἀναλισκομένων [τ]-
[ῶ]ι δήμωι· v Κηφισοφῶν Καλλιβίου Παια[ν]-
[ιε]ὺς εἶπεν· τὰ μὲν ἄλλα καθάπερ τεῖ βο[υ]-
25 [λεῖ· ἐπειδὴ δὲ Ἀ]σκληπιόδωρος ἀνὴρ ἀγ[α]-
[θός — — — — — — — — — — — — — — —]ονα․․․
Search Help