Honorary decree of [boul]e and demos (of Ephesos) for
Melanthios Hermiou of Theangela, in command of guard in Phygela;
no date; found at Ephesos: Knibbe, JÖAI 46, 1961, 19-20; Robert,
RPh 93, 1967, 36-40; *IEph 1408.
[ ]
IEph 1408
1 | ἔ[δοξ]εν [τῆι βουλ]ῆι καὶ τῶι δήμωι· Φιλαίνετος εἶπεν· ἐπειδὴ Μελάνθιος |
ὑπὸ τοῦ βασιλέως κατασταθεὶς ἐπὶ τῆς φυλακῆς τῆς ἐμ Φυγέλοις | |
πᾶσαν εὔνοιαγ καὶ προθυμίαμ παρεχόμενος διατελεῖ καὶ τὰ περὶ | |
τὴμ φυλακὴν τοῦ χωρίου καὶ τῶμ πολιτῶν τῶν ἐμ Φυγέλοις κατοι- | |
5 | κ[ού]ντων τὴν ἐπιμέλειαμ ποιούμενος καὶ τῶν νεωποιῶν τῶν ἀπο- |
στελλομένων ὑπὸ τῆς πόλεως ἐπὶ τὰς θυσίας τὰς ἐμ Φυγέλοις μετὰ πά- | |
σης εὐνοίας καὶ προθυμίας χρήσιμός ἐστιν, καὶ περὶ τούτων οἱ νεωποῖαι | |
προγραψάμενοι διελέχθησαν τῇ βουλῆι καὶ ἐξήγγειλαν τὴν εὔνοιαν | |
καὶ προθυμίαν τὴμ Μελανθίου· δεδόχθαι τῆι βουλῆι· δοῦναι Μελανθίωι Ἑρμίου | |
10 | Θεαγγελεῖ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι αὐτῶι καὶ ἐκγόνοις, καὶ στεφανῶ- |
σαι αὐτὸγ χρυσέωι στεφάνωι, καὶ ἀναγγεῖλαι τοῖς Διονυσίοις ἐν τῶι θεά- | |
τρωι· εἶναι δὲ αὐτῶι καὶ ἔφοδον ἐπὶ τὴμ βουλὴγ καὶ τὸν δῆμον πρώ- | |
τωι μετὰ τὰ ἱερὰ καὶ τὰ βασίλεια· ἐπικληρῶσαι δ’ αὐτὸν τοὺς ἐσ- | |
σῆνας εἰς φυλὴγ καὶ χιλιαστύν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα | |
15 | τοὺς νεωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, ὅπως ἅπαντες εἰ- |
δῶσι ὅτι ὁ δῆμος ὁ Ἐφεσίων τιμᾶι τοὺς προθύμους γινομένους | |
ὡς αὐτὸν. ἔλαχε φυλὴμ Βεμβίνης, χιλιαστὺν Νίκεος. |