Inventory of donations; 271/0 BC: *IDidyma 432 (PH).
[ ]
IDid 432
1 | ἐπι στεφανηφόρου Ποσειδωνίου τοῦ Θευδέκτου[ς] |
ταμιευόντων τῶν ἱερῶν χρημάτων τῶν κατὰ | |
τὸ ἱερὸν τὸ ἐν Διδύμοις Ἀθηναίου τοῦ Μενε- | |
κ̣ράτους καὶ Αἰσχυλίδου τοῦ Ἀριστογένους | |
5 | τάδε ἀνετέθη τῶι Ἀπόλλωνι· |
φιάλαι δύο ἐκ Κυζικοῦ, ἃς ἀπήνεικαν ἐκ τῶν | |
τ̣εμενῶν τῶι θεῶι, τούτων μία ὀμφαλωτή, | |
ἑκατέρας ὁλκὴ Ἀλεξάνδρειαι δραχμαὶ ἑκα- | |
τόν· φιάλη λεία ὀμφαλωτή, ἀνάθημα Ἰασέων, | |
10 | ὁλκὴ v10 δραχμαὶ Ἀλεξάνδρει<α>ι |
10a | {²one line erased}² |
11 | ἐνενήκοντα ἐννέα· φιάλη ὀμφαλωτὴ πρόσω- |
πον ἔχουσα ἐπὶ τοῦ ὀμφαλοῦ Ποσειδῶνος, | |
ἀνάθημα Ἑκαταίου τοῦ Μένωνος, ὁλκὴ Ἀλε- | |
ξάνδρειαι δραχμαὶ [³¹ἑχξήκοντα]³¹· <παρὰ Ἀρτέμιδι·> | |
15 | φιάλη, <ἣ>ν Αἰσχυλὶς Ἀναξιθέμιος ἀνέθηκεν |
Ἀρτέμιδι, ὁλκὴ Ἀλεξάνδρειαι δραχμαὶ τεσσερά- | |
κοντα ἑπτά· ὑπομηλὶς χρυσῆ, ἣν ἀνέθηκεν | |
Αἰσχυλὶς Ἀναξιθέμιος Ἀρτέμιδι, ἡμιχρύσου· | |
αὕτη προσεκοσμήθη πρὸς τὸ ἄγαλμα. | |
20 | ταῦτά τε καὶ ὅσα ἄλλα παρελάβομεν παρὰ τῶν |
ταμιῶν τῶν ἐπὶ Σίμου τοῦ Ποσειδίππου παρε- | |
δώκαμεν τοῖς ταμίαις τοῖς ἐπὶ Λυκόφρονος τοῦ | |
Εὐδήμου Φαιδίμωι Διαγόρου, Ἑστιαίωι Ὀρνυμενοῦ. |