Inventory of donations; 271/0 BC: *IDidyma 432 (PH).
[ ]
IDid 432
| 1 | ἐπι στεφανηφόρου Ποσειδωνίου τοῦ Θευδέκτου[ς] |
| ταμιευόντων τῶν ἱερῶν χρημάτων τῶν κατὰ | |
| τὸ ἱερὸν τὸ ἐν Διδύμοις Ἀθηναίου τοῦ Μενε- | |
| κ̣ράτους καὶ Αἰσχυλίδου τοῦ Ἀριστογένους | |
| 5 | τάδε ἀνετέθη τῶι Ἀπόλλωνι· |
| φιάλαι δύο ἐκ Κυζικοῦ, ἃς ἀπήνεικαν ἐκ τῶν | |
| τ̣εμενῶν τῶι θεῶι, τούτων μία ὀμφαλωτή, | |
| ἑκατέρας ὁλκὴ Ἀλεξάνδρειαι δραχμαὶ ἑκα- | |
| τόν· φιάλη λεία ὀμφαλωτή, ἀνάθημα Ἰασέων, | |
| 10 | ὁλκὴ v10 δραχμαὶ Ἀλεξάνδρει<α>ι |
| 10a | {²one line erased}² |
| 11 | ἐνενήκοντα ἐννέα· φιάλη ὀμφαλωτὴ πρόσω- |
| πον ἔχουσα ἐπὶ τοῦ ὀμφαλοῦ Ποσειδῶνος, | |
| ἀνάθημα Ἑκαταίου τοῦ Μένωνος, ὁλκὴ Ἀλε- | |
| ξάνδρειαι δραχμαὶ [³¹ἑχξήκοντα]³¹· <παρὰ Ἀρτέμιδι·> | |
| 15 | φιάλη, <ἣ>ν Αἰσχυλὶς Ἀναξιθέμιος ἀνέθηκεν |
| Ἀρτέμιδι, ὁλκὴ Ἀλεξάνδρειαι δραχμαὶ τεσσερά- | |
| κοντα ἑπτά· ὑπομηλὶς χρυσῆ, ἣν ἀνέθηκεν | |
| Αἰσχυλὶς Ἀναξιθέμιος Ἀρτέμιδι, ἡμιχρύσου· | |
| αὕτη προσεκοσμήθη πρὸς τὸ ἄγαλμα. | |
| 20 | ταῦτά τε καὶ ὅσα ἄλλα παρελάβομεν παρὰ τῶν |
| ταμιῶν τῶν ἐπὶ Σίμου τοῦ Ποσειδίππου παρε- | |
| δώκαμεν τοῖς ταμίαις τοῖς ἐπὶ Λυκόφρονος τοῦ | |
| Εὐδήμου Φαιδίμωι Διαγόρου, Ἑστιαίωι Ὀρνυμενοῦ. |