Inventory of donations; 270/69 BC: *IDidyma 433 (PH).
[ ]
IDid 433
| 1 | ἐπι στεφανηφόρου Λυκόφρονος τοῦ Εὐδήμου ταμιευ- |
| όντων τῶν ἱερῶν χρημάτων τῶν κατὰ τὸ ἱερὸν τὸ ἐν | |
| Διδύμοις Φαιδίμου τοῦ Διαγόρου καὶ Ἑστιαίου τοῦ Ὀρν̣[υ]- | |
| μενοῦ τάδε ἀνετέθη{ι} τῶι Ἀπόλλωνι· τρίπους ἀργυ- | |
| 5 | ροῦς, ἀνάθημα τοῦ δήμου τοῦ Μιλησίων, ὁλκὴν Ἀλεξα- |
| νδρείου δραχμὰς τρισχιλίας τριακοσίας τεσσερά- | |
| κοντα πέντε· φιάλη ὀμφαλωτή, ἀνάθημα Κυζικηνῶν, | |
| ὁλκὴν ἄγουσα Ἀλεξανδρείου δραχμὰς ἑκατόν· ἄλ- | |
| λη φιάλη λεία ὀμφαλωτή, ἀνάθημα Ἰασέων, ὁλκὴν Ἀλε- | |
| 10 | ξανδρείου δραχμὰς ἑκατόν· ἄλλη φιάλη δακτυλωτή, |
| ἐπίσημον ἔχουσα ἐπὶ τοῦ ὀμφαλοῦ πρόσωπον Διονύ- | |
| σου, ἀνάθημα Εὐβούλου τοῦ Δημητρίου Ἰασέως, ὁλκὴν ἄγ- | |
| ουσα Ἀλεξανδρείου ἑκατὸν τριάκοντα. v τάδε παρ’ Ἀρ- | |
| τέμιδι· ὑπομηλὶς χρυσῆ, ἀνάθημα Ζωβίης τῆς Διονυσοδώ- | |
| 15 | ρου· ἄλλη ὑπομηλὶς χρυσῆ, ἀνάθημα Παντάκλης τῆς |
| Μαιανδρίου· βατιάκια τρία <ἀ>πὸ τῆς <ἱ>ερᾶς προσόδου, ἃ πα- | |
| ρέδωκαν Ἀθήναιος καὶ Αἰσχυλίδης, ὁλκὴν ἄγοντα | |
| Ἀλεξανδρείου ἑκατὸν πεντήκοντα μίαν· κυλίκιον | |
| τηϊουργές, ἀνάθημα Μενιττοῦς τῆς Μελησίππου, | |
| 20 | τὴν ὁλκὴν ἀνεπίγραφον. ταῦτά τε καὶ ὅσα παρελάβομε[ν] |
| παρὰ τῶν ταμιῶν τῶν ἱερῶν τῶν ἐπὶ Ποσειδωνίου τοῦ Θεοδέ- | |
| κτους παρεδώκαμεν τοῖς ταμίαις τοῖς ἐπὶ Ἀθηνοδώρου το- | |
| ῦ Δρύμωνος Σατύρωι Λέοντος, Φιλοκλεῖ Φαιδιμίσκου. vacat |