Inventory of donations; 275/4 BC: *IDidyma 428 (PH);
Pouilloux, Choix, pp. 140-2, no. 36.
[ ]
IDid 428
| 1 | ἐπὶ στεφανηφόρου τοῦ θεοῦ τοῦ μετὰ τὸν θεὸν |
| ταμιευόντων τῶν ἱερῶν χρημάτων Ξούθου | |
| τοῦ Σίμου, Θεοδότου τοῦ Διονυσοδώρου, Διοφάνου[ς] | |
| τοῦ Δωριέως, Λυκόφρονος τοῦ Μοιρίου, Ζωπύρου το[ῦ] | |
| 5 | Νέωνος, Τιμοθέου τοῦ Θευδώρου τάδε <ἀ>νετέθη· φι<ά>λη παρὰ Ἰ[α]- |
| σέων ἔχουσα ἐπίσημον Ἀπόλλωνος πρόσωπον, ὁλκὴ δραχμ[αὶ] | |
| ἑκατόν· ἄλλα φιάλια τέσσαρα, ἀνάθημα Κριτολάου Κασσανδρέω[ς,] | |
| ὁλκὴ Ἀλεξανδρείου δραχμαὶ ἑκατὸν ἐνενήκοντα ἐννέα· ἄλλο | |
| φιάλιον τὸ ἀπὸ τῶν λ<ύ>τρων, ὁλκὴ δραχμαὶ δεκαεννέα ὀβολοὶ δύο. | |
| 10 | ταῦτά τε καὶ ὅσα παρελάβομεν παρὰ τῶν ταμιῶν τῶν ἐπὶ τοῦ θεο[ῦ] |
| τοῦ μετὰ Ποσείδιππον παρεδ<ώ>καμεν τοῖς ταμίαις τοῖς̣ ἐπὶ Αισχυλί- | |
| νου Ἐπιδαυρίωι Ἐπιδαυρίου, Λεοντεῖ Τλεισίου, Βάττωι Θαρσαγόρου, Ἀξιόχω[ι] | |
| Κτησιόχου, Ἀντιπάτρωι Γόργου, Πολυξένωι Ἀριστείδου. | |
| {²Space of about 14 lines empty.}² |