Inventory of donations; 276/5 BC: *IDidyma 427 (PH).
[ ]
IDid 427
| 1 | ἐπὶ στεφανηφόρου τοῦ θεοῦ τοῦ μετὰ Ποσεί- |
| διππον, ταμιευόντων τῶν ἱερῶν χρημάτων | |
| Πρωταγόρου τοῦ Ἀναξιφῶντος, Στήριος τοῦ | |
| Στήριος, Ἀπολλᾶ τοῦ Ἡλιοδώρου, Ὀρνυμενοῦ το[ῦ] | |
| 5 | Ἑστιαίου, Ἀχαιοῦ τοῦ Κράτητος, Δίωνος τοῦ |
| Ἡρακλείτου τάδε ἀνετέθη τῶι θεῶι· φιάλη παρὰ | |
| Κιανῶν, ὁλκὴ δραχμαὶ ἑκατόν· παρὰ Ἰασέων φιάλ[η,] | |
| ὁλκὴ δραχμαὶ ἑκατόν· κλεὶς ἐπὶ τὸ ἄδυτον | |
| [κ]ατεσκευάσθη ἔχουσα χρυσίου ὁλκὴν χρυσοῦς | |
| 10 | δεκαεπτὰ ἡμίχρυσον ἡμιωβέλιον καὶ τὸ περίθ[η]- |
| μα ἀργυροῦν, ὁλκὴ Ἀλεξανδρείου δραχμαὶ ἑξήκο[ν]- | |
| τα ὀκτὼ πέντ’ ὀβολοί. παρὰ Ἀρτ[έμι]δι· Αἰσχυλῖνος Θευκρί- | |
| ν̣ου ὑπὲρ Σαβαιθίδος φιά[λια] δύο, ὁλκὴ Ἀλεξανδρε[ί]- | |
| [ο]υ δραχμαὶ ἑκατόν. τα[ῦτ]ά̣ τ̣[ε κ]α̣[ὶ ὅσ]α παρελάβο- | |
| 15 | μεν παρὰ τῶν ταμιῶ[ν τῶν ἐπὶ] Ποσειδίππου παρε- |
| δώκαμεν τοῖς ταμίαις [τοῖς ἐ]πὶ τοῦ θεοῦ τοῦ δευ- | |
| τέρο<υ> Ξούθωι Σίμου, Θεοδότωι Διονυσοδώρου, | |
| Διοφάνει Δωριέως, Λυκόφρονι Μοιρίου, Ζωπύρωι | |
| Νέωνος, Τιμέαι Θευδώρου. | |
| 20 | vacat |