Inventory of donations; 276/5 BC: *IDidyma 427 (PH).  
[ ] IDid 427
1 ἐπὶ στεφανηφόρου τοῦ θεοῦ τοῦ μετὰ Ποσεί-
διππον, ταμιευόντων τῶν ἱερῶν χρημάτων
Πρωταγόρου τοῦ Ἀναξιφῶντος, Στήριος τοῦ
Στήριος, Ἀπολλᾶ τοῦ Ἡλιοδώρου, Ὀρνυμενοῦ το[ῦ]
5 Ἑστιαίου, Ἀχαιοῦ τοῦ Κράτητος, Δίωνος τοῦ
Ἡρακλείτου τάδε ἀνετέθη τῶι θεῶι· φιάλη παρὰ
Κιανῶν, ὁλκὴ δραχμαὶ ἑκατόν· παρὰ Ἰασέων φιάλ[η,]
ὁλκὴ δραχμαὶ ἑκατόν· κλεὶς ἐπὶ τὸ ἄδυτον
[κ]ατεσκευάσθη ἔχουσα χρυσίου ὁλκὴν χρυσοῦς
10 δεκαεπτὰ ἡμίχρυσον ἡμιωβέλιον καὶ τὸ περίθ[η]-
μα ἀργυροῦν, ὁλκὴ Ἀλεξανδρείου δραχμαὶ ἑξήκο[ν]-
τα ὀκτὼ πέντ’ ὀβολοί. παρὰ Ἀρτ[έμι]δι· Αἰσχυλῖνος Θευκρί-
ν̣ου ὑπὲρ Σαβαιθίδος φιά[λια] δύο, ὁλκὴ Ἀλεξανδρε[ί]-
[ο]υ δραχμαὶ ἑκατόν. τα[ῦτ]ά̣ τ̣[ε κ]α̣[ὶ ὅσ]α παρελάβο-
15 μεν παρὰ τῶν ταμιῶ[ν τῶν ἐπὶ] Ποσειδίππου παρε-
δώκαμεν τοῖς ταμίαις [τοῖς ἐ]πὶ τοῦ θεοῦ τοῦ δευ-
τέρο<υ> Ξούθωι Σίμου, Θεοδότωι Διονυσοδώρου,
Διοφάνει Δωριέως, Λυκόφρονι Μοιρίου, Ζωπύρωι
Νέωνος, Τιμέαι Θευδώρου.
20 vacat
Search Help
Contact Us