[ ]
Phokis — Delphi — 182 BC — SEG 25.575; SGDI 2101 — Sokolowski — LS 1969.164,81
| 1 | ἄρχοντος Δαμοσθένεος, μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀνέθηκε Ἀλκέσιππος |
| Βουθήρα Καλυδώνιος τῶι θεῶι καὶ τᾶι πόλει τᾶι Δελφῶν χρυσοῦς ἑκατὸν τρι- | |
| άκοντα καὶ ἀργυρίου μνᾶς εἴκοσι δύο στατῆρας τριάκοντα, εἴ τί κα πάθῃ | |
| Ἀλκέσιππος, ὥσστε θυσίαν καὶ δαμοθοινίαν συντελεῖν τὰν πόλιν τῶν Δελφῶν | |
| 5 | τῶι Ἀπόλλωνι τῶι Πυθίωι κατ’ ἐνιαυτόν, ποτονομάζοντας Ἀλκεσίππεια, ἀπὸ |
| τῶν τόκων τοῦ τε χρυσίου καὶ ἀργυρίου· συντελεῖν δὲ τὰν θυσίαν ἐν τῶι Ἡραίωι | |
| μηνί, πονπεύειν δὲ ἐκ τᾶς ἅλωος τοὺς ἱερεῖς τοῦ Ἀπόλλωνος καὶ τὸν ἄρχοντα | |
| καὶ τοὺς πρυτάνεις καὶ τοὺς ἄλλους πολίτας πάντας· ἀναγραψάντω δὲ οἱ ἄρ- | |
| χοντες ἐν τῶι ἱερῶι, καὶ ἀνάθεσις κυρία ἔστω· καὶ τὰ ἄλλα πάντα τὰ ἴδια {α} | |
| 10 | ἀνατίθητι, εἴ τί κα πάθῃ, τῶι θεῶι καὶ {και} τᾶι πόλει, καὶ Θευτίμαν τὰν ἰδίαν |
| θεράπαιναν ὥστε ἐλευθέραν εἶμεν αὐτὰν εἴ τί κα πάθῃ· θαψάντω δὲ Δάμιππος | |
| καὶ Θευτίμα καὶ Ἀγέας καὶ Πισίλαος ἀπὸ τῶν χαλκῶν τῶν καταλιμπάνει πα- | |
| ρ’ αὐσαυτόν, καὶ λόγον ἀποδόντω τᾶι πόλει. μάρτυροι· Κριτόλαος, Λάτροπος, | |
| Ἀγέας, Πολεμοκράτης, Ἀγασίδαμος, Γενναῖος, Ξενοκράτης Μεδεώνιος Στρά- | |
| 15 | ταγος, Καλλικλῆς, Ἀνδρόνικος, Πισίλαος, Δεξικράτης, Χαρίξενος, Πολέμαρ̣[χ]- |
| ος Παυσανία. τὰς διαθήκας φυλάσσει Ἄθαμβος, Ἀγέας, Πεισίλαος. |