[ ]
Phokis — Delphi — 178 BC — SEG 25.570; SGDI 2536 — Sokolowski — LS 1969.161,79
| 1 | ἄρχοντος ἐν Δελφοῖς Πραξία, Πυθίοις· ἔδοξε |
| τοῖς ἱερομνημόνοις· Δελφῶν Ξενοκράτει | |
| Πραόχου, Μελισσίωνι Εὐαγγέλου· Θεσσαλῶν Ἱπ- | |
| πολόχωι Ἀλεξίππου, Πολυξένωι Θρασίππου | |
| 5 | Λαρισαίοις· παρὰ βασιλέως Περσέως Ἁρπάλωι |
| Πολεμαίου βεροιαίωι, Σιμωνίδῃ Ἀπολλωνίδου | |
| Βεροιαίωι· Βοιωτῶν Ὀφελήμωι Ὀφελήμου Θηβαίου(!), | |
| Ἑρμίᾳ Ζωΐλου Ὠρωπίωι· Ἀχαιῶν Φθιωτῶν Ξε- | |
| νοφάει Ἄγιδος Λαρισαίωι, Κρατησιμάχωι Κλεάνδρου | |
| 10 | Θηβαίωι· Μαγνήτων Χαρικλεῖ Νίκωνος, Γενθίωι Φρασι- |
| σθένους Δημητριεῦσιν· Δολόπων Συάγρωι Δατυιάδου· | |
| Αἰνιάνων Λοχάγῳ Ἁγήτα Καλλιπολίτῃ, Νικίαι Ἀλεξάν- | |
| δρου Καλυδωνίωι· Ἡρακλεωτῶν Φαινέαι Νικέα Σωσθενεῖ· Μα- | |
| λιέων Διοδώρωι Κριτοβούλου Λαμιεῖ· Εὐβοέων Ἀπολλοφάνει | |
| 15 | Διονυσίου Χαλκιδεῖ· Ἀθηναίων Ἑρμαγόραι Λυσιστράτου· Λο- |
| κρῶν ἑκατέρων Προάνδρωι Προάνδρου Φόλαι, Νικάνδρωι Βίτ- | |
| του Τριχονεῖ· Δωριέων τῶν ἐν μητροπόλει Ἀναξάνδρωι Τε- | |
| λεσάρχου Ἀπειρικῶι· Περραιβῶν Ἀπολλοδώρωι Ἀσκληπιο- | |
| δώρου Φαλανναίωι· vv τᾶς ἱερᾶς χώρας ὑπάρχειν τόπον | |
| 20 | ταῖς ἱεραῖς βόοις καὶ ἵπποις καταλελειμμένον· ἀπὸ τᾶς ὁ- |
| δοῦ τᾶς ἐπὶ τὸ Ἄστυρον ἀγούσας, ἇι ἁ ὁδὸς ἄγει ἐπὶ τὸν Παι- | |
| παλίδαν καὶ ἐν τὸ Λακωνικόν· ἀπὸ τοῦ Λακωνικοῦ ἐν σκαι- | |
| ὰν ἐν τὰν νάπαν τὰν ἐν Ἱεραπέτειαν [κατ’ ὀρθόν], ὡ̣ς ἁ ὁδὸς ἄ- | |
| γει ἁ ἐξ ἱπποδρόμου ἁ ξενὶς ἁ ἐπὶ τὸ Λ[ακωνικόν, — — —]κ̣α {²⁷ἁ νο]μ̣α?}²⁷ | |
| 25 | ταῖς ἱεραῖς βόοις καὶ ἵπποις ἔστω ποτ[ὶ νομὰν· μὴ ἐξέστω] |
| ποτάγειν τὰ ἰδιωτικὰ θρέμματα [ἐνταῦθα μηδὲ ἐν τὰν κράναν] | |
| τὰν ποτὶ τᾶι Κεραμείαι οὖσαν τό [τε φρέαρ τὸ πρὸ τοῦ] | |
| Ἑλλανίκου ἡρώιου· εἰ δέ τις ἐπινέμ̣[ει ἐν τούτωι τῶι] | |
| τόπωι, ἐξουσίαν ε[ἶμεν συλῆν τὰ ἔτελα καὶ] | |
| 30 | τέλ̣ει̣α [θρέμματα τῶι] |
| θέλοντι· ἀναγρά- | |
| ψαι δὲ τὸ δόγμα τοὺς | |
| ἄρχοντας τῶν Δελφῶν | |
| ἐν τῶι ἱερῶι. |