[ ]
Phokis — Delphi — ca. 239 BC? — SGDI 1409
| 1 | στραταγέοντος Τιμαίου, ἔδοξε τοῖς |
| Αἰτωλοῖς· μηθένα τῶν ἐν Δελφοῖς συνοί- | |
| κων ἀτελέα εἶμεν, εἴ κα μὴ δοθῆ[ι] παρὰ | |
| τᾶς πόλιος τῶν Δελφῶν ἀτέλεια· καὶ εἴ | |
| 5 | τινοις ἔμπροσθεν ἀτέλεια γέγονε |
| μὴ δόντων τῶν πολιτᾶν, ὑποτελεῖς | |
| εἶμεν, καθὼς καὶ οἱ λοιποὶ σύνοικοι. |