[ ]
Phokis — Delphi — 225 BC — SGDI 1409A; SEG 39.467
| 1 | θεοί. |
| στραταγέοντος Ἀρκίσωνος, ἔδοξε τοῖς συνέδροις | |
| Ἀθανίωνι Πάτρωνος Δελφῶι τὰν ἀσφάλειαν εἶμεν | |
| καὶ ἀτέλειαν πάντων καὶ ἀσυλίαν καὶ αὐτῶι καὶ τοῖς αὐτοῦ, | |
| 5 | ἐπιμελομένωι τᾶς πανοπλίας ἃν οἱ Ἀμφικτίονες ἀνα- |
| τίθεντι καὶ τοῦ γυμνασίου καὶ τᾶς παστάδος τᾶς μεγά- | |
| λας καὶ τῶν ἐργαστηρίων καὶ τοῦ ναοποιΐου ἐπιμελομένωι. | |
| εἶμεν αὐτῶι τὰν ἀσφάλειαν καθώς κα οἱ σύνεδροι καὶ ὁ ἀρχι- | |
| τέκτων συντάσσοιεν, καὶ εἴ κά τις αὐτὸν ἀδικῆι, τοὺς ἀντι- | |
| 10 | τυγχάνοντας συνέδρους τὰν ἐπιμέλειαν ὑπὲρ αὐτὸν |
| ποιεῖσθαι. |