[ ] Phokis — Delphi — 225 BC — SGDI 1409A; SEG 39.467
1 θεοί.
στραταγέοντος Ἀρκίσωνος, ἔδοξε τοῖς συνέδροις
Ἀθανίωνι Πάτρωνος Δελφῶι τὰν ἀσφάλειαν εἶμεν
καὶ ἀτέλειαν πάντων καὶ ἀσυλίαν καὶ αὐτῶι καὶ τοῖς αὐτοῦ,
5 ἐπιμελομένωι τᾶς πανοπλίας ἃν οἱ Ἀμφικτίονες ἀνα-
τίθεντι καὶ τοῦ γυμνασίου καὶ τᾶς παστάδος τᾶς μεγά-
λας καὶ τῶν ἐργαστηρίων καὶ τοῦ ναοποιΐου ἐπιμελομένωι.
εἶμεν αὐτῶι τὰν ἀσφάλειαν καθώς κα οἱ σύνεδροι καὶ ὁ ἀρχι-
τέκτων συντάσσοιεν, καὶ εἴ κά τις αὐτὸν ἀδικῆι, τοὺς ἀντι-
10 τυγχάνοντας συνέδρους τὰν ἐπιμέλειαν ὑπὲρ αὐτὸν
ποιεῖσθαι.
Search Help