[ ] Phokis — Delphi — 150-140 BC
1 στραταγέοντος τῶν Θεσσαλῶν Ὁμήρου Λαρισαίου, ἐμ Μελιτείαι δὲ ἀρχόντων τῶν περὶ
Πολυσάωνα μηνὸς [Πυθ]οίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Εὐκλέος μηνὸς Ποιτροπίου,
ἐπὶ τοῖσδε ἀπέδοτ[ο Δ]ασυμένης Σωστρατίδα Μελιταιεὺς τῶι Ἀπόλλωνι τῶι Πυ-
θίωι σῶμα γυναικεῖ[ο]ν ἇι ὄνομα Θεοδώρα, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καθὼς ἐπίσ-
5 τευσε Θεοδώρα τῶι θεῶι τὰν ὠνάν, ὥστε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος τὸν
πάντα χρόνον. βεβαιωτὴρ Θεοδώρας· Κλείταρχος Εὐβιότου. εἰ δέ τις καταδουλί-
ζοιτο Θεοδώραν, κυρία ἔστω αὐσωτὰν συλέουσα καὶ ἄλλος ὁ θέλων καὶ ὁ β[ε]-
βαιωτὴρ βεβαιούτω. μάρτυροι· Ἀλέξανδρος Ἰάσονος, Πολ[υ]σάων Πολίτα, Κλεί-
ταρχος Εὐβιότου Μ[ε]λιτα[ι]εῖς, ἐν δὲ Δελφοῖς οἱ ἄρχοντες τᾶς πόλιος Εὔδοκος Πρα-
10 ξία, Ἀγησίλαος Τα[ρα]ντίνου, Πολίτας Ἀσάνδρου.
Search Help
Contact Us