[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | γραμματεύοντος τοῖς ἀρχόντοις Καλλία Κα[λ]- |
| λιπολίτα μηνὸς Δίου, ἐν Δελφοῖς δὲ ἄρχοντος | |
| Σωσιπάτρου μηνὸς Ποιτροπίου, ἀπέδοτο Αὐ[․․]- | |
| πίδας Καλλιπολίτας τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ- | |
| 5 | μα ἀνδρεῖον ὧι ὄνομα Ὀνάσιμος τὸ γένος Σύρον, |
| τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἀ- | |
| πέχει πᾶσαν, ἐφ’ ὧτε ἐλεύθερον εἶμεν καὶ ἀνέφα- | |
| πτον ἀπὸ πάντων. βεβαιωτῆρες κατὰ τὸν νόμ[ον]· | |
| Δωρίμαχος Καλλιπολίτας Ἐμμενίδας Δελ[φός]. | |
| 10 | [μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄρχων, Ἄθαμ]- |
| βος καὶ οἱ ἄρχοντες Ἀντιγένης Διοδώρου, Ἁγίων | |
| Κλ[ε]υδάμου, Ὑβρίας Ξένωνος, ἰδιῶται Ἰατάδας, Τιμό- | |
| κριτος, Δαμοσθένης, Δίων Φιλιστίωνος, Εὐκλῆς, Σω[σί]- | |
| πατρος Δελφοί, Λύκων Λύκ[ου], Ξενότιμος Πανταλέω- | |
| 15 | νος Φυσκεῖς, Ἐπίνικος Καλλιμάχου Ποταναῖος. |