[ ]
Phokis — Delphi — 181 BC
| 1 | στραταγέοντος Ἀρχεδάμου τὸ τρίτον μηνὸς Πανάμου, ἐν Δελφοῖ[ς δὲ] |
| ἄρχοντος Ἀνδρονίκου μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀλέξαν[δρος] | |
| Δάμωνος Φαλικαῖος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικε[ῖον] | |
| ἇι ὄνομα Παραμόνα τὸ γένος Θρᾶισσαν, τιμᾶς ἀργυρίου μνᾶν δ[έκα], | |
| 5 | καθὼς ἐπίστευσε Παραμόνα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε αὐ- |
| τὰν ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸμ πάντα <πάντα> | |
| βίον, ποέουσαν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον | |
| καὶ τὰν συμβολάν· Ξενοκράτης Πραόχου Δελφός. | |
| μάρτυρες· τοὶ ἱερεῖς Ἀπόλλωνος Ξένων, | |
| 10 | Ἄθαμβος καὶ τοὶ ἄρχοντες Κλεόδαμος, |
| Μενέστρατος, Μαντίας, ἰδιῶται Κράτων, | |
| Δαμένης, Εὐκράτης, Ἡρακλείδας Ἀμ- | |
| φισσεύς. |