[ ]
Phokis — Delphi — 182 BC
| 1 | στραταγέοντος τῶν Αἰτωλῶν Προξένου Τριχονέος μηνὸς |
| Διονυσίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ἀρισταινέτου μηνὸς Ἐνδυσ- | |
| ποιτροπίου, ἀπέδοτο Μεγακλῆς Θηβαγόρα Ἀμφισσεὺς τῶι Ἀπό[λ]- | |
| λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Νίκαια τὸ γένος Θε[σσα]- | |
| 5 | λὰν ἐξ Σκοτούσσας, τιμᾶς ἀργυρίου μνᾶν δέκα, ὥστε ἐλευθ[έραν] |
| εἶμεν Νίκαιαν, πολιτεύουσαν αὐτὰν εἷ κα θέληι, κυριεύου[σαν] | |
| αὐτοσαυτᾶς, ἐλευθέραν οὖσαν καὶ ἀνέφαπτον ἀπὸ πάντω[ν] | |
| πάντα τὸν χρόνον, παραλαβὼν Μεγακλῆς τὰν ὠνὰν παρὰ [τᾶν] | |
| ἀδελφᾶν τᾶν Εὐμνάστου θυγατέρων, Κρινίου Ἀμφισσίδος, Λ[․․․․․] | |
| 10 | Καλλιπολιτίδος καὶ ὑπὲρ Κλευπάτραν Τριχονίδα Εὐμνάστου Τριχο- |
| νέος, τὰν ἐπίστευσε Νίκαια αὐτοσαυτᾶς ὠνὰν ἐπὶ σωπονπίαι Εὐμνά- | |
| στωι τῶι πατέρι αὐτᾶν. βεβαιωτῆρες· Θεύτιμος Κλεάνδρου Ἀμφισσεύς, | |
| Ἀρχέλαος Θηβαγόρα Δελφός. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ξένων, Ἄθαμ[βος] | |
| καὶ οἱ βουλευταὶ Κλέων Καλλιγένεος, Εὐκράτης Καλλίκωνος, ἰδιῶται Πραξί[ας], | |
| 15 | Καλλίας, Ἐκέφυλος, Εὔαρχος, Σωτύλος, Ἀνδρόνικος, Μνάσων, Ταραντῖνος, Ἀρχ[έ]- |
| λαος Δελφοί, Εὔνικος Φυσκεύς, Δαμαίνετος, Εὔτυχος, Φιλόμηλος, Δαμύλο[ς], | |
| Γενναῖος Ἀμφισσεῖς. ἁ ὠνὰ παρὰ τὸν ἱερῆ<ι> Ἄθαμβον. |