[ ]
Phokis — Delphi — 188/187 BC
1 | στραταγέοντος Ἀρχεδάμου Φόλα τὸ δεύτερον μηνὸς Δίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Κλεοδάμου τοῦ Πολυ- |
κλείτου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Τιμάσιος Θεαγένεος Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι | |
Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Δαμὼ τὸ γένος ἐκ Τρωνείας, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ ἡμιμναίου, | |
καθὼς ἐπίστευσε Δαμὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα [ε]ἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα | |
5 | βίον, ποέουσα ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Δωρόθεος Τιμασίου, Θεαγένης Ἀγέα Ἀμφισσεῖς. |
μάρτυρες· ὁ ἱερεὺς Ἄθαμβος καὶ τοὶ ἄρχοντες Πραξίας, Πεισίλας, ἰδιῶται Λύκος, Ἧρυς, Δαμοχάρης Δελφοί, | |
Δαμόξενος, Ξενέας, Δαμότιμος, Καλλίμαχος, Ἀγασίδαμος Ἀμφισσεῖς. |