[ ]
Phokis — Delphi — 191 BC
| 1 | στραταγέοντος Φαινέα τὸ δεύτερον μηνὸς Εὐ[θυ]- |
| αίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Κλεοδάμου μηνὸς Ἀμ[α]- | |
| λίου, ἐπὶ τοῖσδε ἀπέδοντο Καλλικράτης, Δαμοκρίτα Ἀμφισ- | |
| σεῖς σῶμα γυναικεῖον ἇι ὄνομα Σωφρόνα οἰκογενῆ τῶι Ἀπόλ- | |
| 5 | λωνι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Σω- |
| φρόνα τῶι Θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν, ποιέουσαν | |
| ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Φίλων Δαμέα | |
| Ἀντιοχεύς. μάρτυρες· ὁ ἱερεὺς Ἄθαμβος καὶ οἱ ἄρχοντες Ὀρθαῖος, Δαμοσθέ- | |
| [ν]ης, Ἐκέφυλος, ἰδιῶται Δαμοχάρης, Ἄνδρων, Ἀνδρόκριτος Δελφοί, Δωρόθεος, | |
| 10 | Εὐθύδαμος Ἀμφισσεῖς. |