[ ]
Phokis — Delphi — ca. 150-140 BC
1 | στραταγέοντος τῶν Αἰτωλῶν Δοριμάχου |
Τριχονέος μηνὸς Ἑρμαίου, ἐν Δελφοῖς δὲ ἄρ- | |
χοντος Σωξένου μηνὸς Θευξενίου, ἐπὶ τοῖσδε | |
ἀπέδοτο Εὐβουλίδας Μηνίου Φαλικαῖος τῶι Ἀ- | |
5 | πόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνο- |
μα Ἀρίστων ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν | |
πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ- | |
σε Ἀρίστων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ- | |
θερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ | |
10 | πάντα βίον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς |
κα θέλη. εἰ δέ τίς κα ἐφάπτηται Ἀρίστωνος ἐπὶ κα- | |
ταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν | |
ὠνὰν ὅ τε ἀποδόμενος Εὐβουλίδας καὶ ὁ βεβαιω- | |
τὴρ Μνασίθεος τῶι θεῶι καὶ ὁμοίως ὁ παρατυχὼν | |
15 | κύριος ἔστω συλέων Ἀρίστωνα ὡς ἐλεύθερον ὄν- |
τα ἀνυπεύθυνος ἐὼν καὶ ἀνυπόδικος πάσας δί- | |
κας καὶ ζαμίας. βεβαιωτὴρ κατὰ τοὺς νόμους | |
καὶ κατὰ τὸ σύμβολον· Μνασίθεος Διοδώρου | |
Δελφός. μάρτυροι· οἱ ἄρχοντες τῶν Δελφῶν | |
20 | Ἀντιγένης Διοδώρου, Λαιάδας Βαβύλου, Ἡρα- |
κλείδας Καλλία, ἰδιῶται Εὐάγγελος Πάτρω- | |
νος, Κλέων Διονυσίου, Ἀζάρατος Ἀντιχάρεος, | |
Ἀρίστων Δαμοφάνεος, Κλεόδαμος Μαντία, | |
Ἄθαμβος Ἀθανίωνος Δελφοί, Εὐκράτης Ἀρμε- | |
25 | νιωνος, Ἡρίας Ἀθανίωνος Φαλικαῖοι. |