[ ]
Phokis — Delphi — ca. 150-140 BC
| 1 | στραταγέοντος τῶν Αἰτωλῶν Δοριμάχου |
| Τριχονέος μηνὸς Ἑρμαίου, ἐν Δελφοῖς δὲ ἄρ- | |
| χοντος Σωξένου μηνὸς Θευξενίου, ἐπὶ τοῖσδε | |
| ἀπέδοτο Εὐβουλίδας Μηνίου Φαλικαῖος τῶι Ἀ- | |
| 5 | πόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνο- |
| μα Ἀρίστων ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν | |
| πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευ- | |
| σε Ἀρίστων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ- | |
| θερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ | |
| 10 | πάντα βίον, ποιέων ὅ κα θέλη καὶ ἀποτρέχων οἷς |
| κα θέλη. εἰ δέ τίς κα ἐφάπτηται Ἀρίστωνος ἐπὶ κα- | |
| ταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν | |
| ὠνὰν ὅ τε ἀποδόμενος Εὐβουλίδας καὶ ὁ βεβαιω- | |
| τὴρ Μνασίθεος τῶι θεῶι καὶ ὁμοίως ὁ παρατυχὼν | |
| 15 | κύριος ἔστω συλέων Ἀρίστωνα ὡς ἐλεύθερον ὄν- |
| τα ἀνυπεύθυνος ἐὼν καὶ ἀνυπόδικος πάσας δί- | |
| κας καὶ ζαμίας. βεβαιωτὴρ κατὰ τοὺς νόμους | |
| καὶ κατὰ τὸ σύμβολον· Μνασίθεος Διοδώρου | |
| Δελφός. μάρτυροι· οἱ ἄρχοντες τῶν Δελφῶν | |
| 20 | Ἀντιγένης Διοδώρου, Λαιάδας Βαβύλου, Ἡρα- |
| κλείδας Καλλία, ἰδιῶται Εὐάγγελος Πάτρω- | |
| νος, Κλέων Διονυσίου, Ἀζάρατος Ἀντιχάρεος, | |
| Ἀρίστων Δαμοφάνεος, Κλεόδαμος Μαντία, | |
| Ἄθαμβος Ἀθανίωνος Δελφοί, Εὐκράτης Ἀρμε- | |
| 25 | νιωνος, Ἡρίας Ἀθανίωνος Φαλικαῖοι. |