[ ]
Phokis — Delphi — ca. 140-100 BC
| 1 | ἄρχοντος Πυῤῥία μηνὸς Βυσίου, βουλευόντων |
| τὰν δευτέραν ἑξάμηνον Πολέμωνος τοῦ Πολε- | |
| μά<ρ>χου, Κλέωνος τοῦ Δαμοσθένεος, γραμματεύον- | |
| τος δὲ Γλαύκου τοῦ Γενναίου, ἐπὶ τοῖσδε ἀπέδοτο | |
| 5 | Ξενοχάρης Πολυξένου, συνευδοκεόντων καὶ τῶν ὑῶν αὐτοῦ Πολυξένου καὶ Ἀρίστωνος, |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον παιδάριον ὧι ὄνομα Σωσι[κλῆ]ς, τιμᾶς ἀργυρίου μνᾶν δύο | |
| στατήρ[ων] ἑπ[τὰ] δραχμᾶς, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρόνον, ποι- | |
| [έοντα ὅ κα θέλῃ] καὶ ἀποτρέχοντα οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τὸν νόμον [τᾶς] πόλι]ος· [Ἀ]ρίστων Στράτωνος. | |
| [εἰ δέ τις ἐφάπτ]οιτο Σωσικλέος ἐπὶ καταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέων Σωσικλῆ ὡς λύτρα | |
| 10 | [Ξενοχάρεος λαβόν]τος ἐκ πολεμίων ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας [δίκας καὶ ζαμίας, καὶ ὁ] βεβαιωτὴ[ρ] |
| καὶ οἱ ἀποδόμενοι βέβαιον παρεχόντω τὰν ὠνὰν τῶι θεῶι. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Πατρέας· Μικκύλος, | |
| [Μέντ]ωρ, Σωσικράτης. |