[ ]
Phokis — Delphi — 185 BC
| 1 | ἄρχοντος Νικοβούλου μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο {το} Ἀγησίας |
| Πολυτίμου Ἀμβρύσσιος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα | |
| Κάρπος, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Κάρπος τῶι θεῶι | |
| τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων | |
| 5 | τὸμ πάντα βίον, ποέων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. |
| βεβαιωτὴρ κατὰ τὸν {μ} νόμον· Κ[λ]εόδαμος Κλέωνος | |
| Δελφός. εἰ δέ τίς κα ἅπτηται Κάρπ[ου, β]έβαιον παρεχόντω | |
| τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος [Ἀ]γη[σ]ίας καὶ ὁ βεβαιω- | |
| τὴρ Κλεόδαμος· εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντω | |
| 10 | κατὰ τὸν νόμον. ὁμοίως δὲ κ[α]ὶ οἱ παρατυγχάνοντες |
| κύριοι ἐόντων συλέοντες ὡς ἐλεύθερον ὄντα ἀζάμιοι | |
| ὄ[ν]τες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυ- | |
| [ρ]ες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ ἄρχοντες Εὐκρά- | |
| της, Δάμων, ἰδιῶται Νικόβουλος Λυσαγόρα, Ἀρχέλαος | |
| 15 | Πυθοφάνεος, Εὐχαρίδας Φαίνιος, Μαντίας Πολύωνος. |