[ ]
Phokis — Delphi — 194 BC
| 1 | στραταγέοντος Θόα τὸ δεύτερον μηνὸς Ἀθαναίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Πειθαγόρα |
| μηνὸς Ἡραίου, ἀπέδοτο Σωτίων Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον | |
| ἇι ὄνομα Ἡδεῖα τὸ γένος Μακέταν ἐξ Ὠρωποῦ, τιμᾶς ἀργυρίου στατήρων ἐνενήκοντα | |
| τριῶν ἐννέ’ ὀβολῶν. βεβαιωτὴ[ρ κ]ατὰ τὸν νόμον· Λαμπρίας Ἀλεξομενοῦ Ἀμφισσεύς. παραμει- | |
| 5 | νάτω δὲ Ἡδεῖα παρὰ Σωτίωνα ἕως κα ζῆι Σωτίων. ἐπεὶ δὲ κα δι[α]λίπηι Σωτίων, ἱερὰ ἔστω |
| Ἡδεῖα τοῦ Ἀπόλλωνος καὶ ἀνέφαπτος· εἰ δὲ μή, ὁ παρατυχὼν κύριος ἔστω ἀφαιρείμενος | |
| ὡς ἱερὰν οὖσαν Ἡδεῖαν. μάρτυρες Βαβύλος· Σώτιμος, Ἀριστόμαχος, Διόδωρ[ο]ς, | |
| Μένων. |