[ ]
Phokis — Delphi — 195 BC
| 1 | στραταγέοντος Ἀλεξάνδρου Καλυδωνίου τὸ δεύτερον |
| μηνὸς Πανάμου, ἐν δὲ Δελφοῖς ἄρχοντος Διοδώρου μηνὸς Βου- | |
| κατίου, ἀπέδοτο Δάμων Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
| σῶμα γυναικεῖον ἇι ὄνομα Σωκρίτα, ἀργυρίου μνᾶν πέντε, | |
| 5 | καθὼς ἐπίστευσε Σωκρίτα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευ- |
| θέραν εἶμεν, ποέουσαν ὅ κα θέλη. βεβαιωτῆρες ἐπὶ τούτοις κατὰ τὸν | |
| νόμον καὶ τὰν συμβολάν· Δαμόξενος Δάμωνος, Εὔδικος, Κλέανδρος | |
| Χαριξένου Ἀμφισσεῖς. μάρτυροι· ὁ ἱερεὺς Ἄθαμβος καὶ ἰδιῶται Πεισίστρατος, Ἀμεινίας, | |
| Ἀριστόμαχος, Εὐρύμαχος, Μένων, Εὐκλείδας, Νικαγόρας Δελφοί, Μενακλῆς, Καλλιφά- | |
| 10 | νης, Παυσανίας, Θεαγένης, Εὐαίνετος Ἀμφισσεῖς, Ἀλέξων, Πολέμαρχος Πλυ- |
| γονεῖς. |