[ ]
Phokis — Delphi — 195 BC
| 1 | ἄρχοντος Ὀρθαίου τοῦ Μαντία μηνὸς Βυσίου, βουλευόντων |
| Κλεοδάμου, Λύσωνος, γραμματεύοντος Παρνασσίου, [ἐπὶ] τοῖσδε | |
| ἀπέδοτο Ἐράτιον Ἡρακλεῖδα Δελφὶς Σωτὼ Δόρκωνο[ς τῶι] Ἀπόλλωνι | |
| τῶι Πυθίωι, ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσ[αν, κ]αθὼς | |
| 5 | ἐπίστευσε Σωτὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν [εἶ]μεν, |
| ποιέουσαν ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἀρίστων Πρα[ό]χου, | |
| Δάμων Ἀνδρομένεος Δελφός. βέβαιον δὲ παρεχόντων τὰν ὠν[ὰν] | |
| ἅ τε ἀποδομένα Ἐράτιον καὶ οἱ βεβαιωτῆρες· εἰ δὲ μὴ παρέχωντι, | |
| πράκτιμοι ἔστων αὐτῶν καὶ τῶν ἡμιολίων. μάρτυροι· Ὀρθαῖος, Ἁγίων, | |
| 10 | Λύσων, Πολύκλειτος, Γλαῦκος Δελφοί. ἁ ὠνὰ παρὰ τοὺς ἄρχοντας |
| Κλεόδαμον, Λύσωνα. |