[ ] Phokis — Delphi — 195 BC
1 στραταγέοντος Ἀλεξάνδρου Καλυδωνίου τὸ δεύτερον
μηνὸς Πανάμου, ἐν δὲ Δελφοῖς ἄρχοντος Διοδώρου μηνὸς Βου-
κατίου, ἀπέδοτο Δάμων Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα γυναικεῖον ἇι ὄνομα Σωκρίτα, ἀργυρίου μνᾶν πέντε,
5 καθὼς ἐπίστευσε Σωκρίτα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευ-
θέραν εἶμεν, ποέουσαν ὅ κα θέλη. βεβαιωτῆρες ἐπὶ τούτοις κατὰ τὸν
νόμον καὶ τὰν συμβολάν· Δαμόξενος Δάμωνος, Εὔδικος, Κλέανδρος
Χαριξένου Ἀμφισσεῖς. μάρτυροι· ὁ ἱερεὺς Ἄθαμβος καὶ ἰδιῶται Πεισίστρατος, Ἀμεινίας,
Ἀριστόμαχος, Εὐρύμαχος, Μένων, Εὐκλείδας, Νικαγόρας Δελφοί, Μενακλῆς, Καλλιφά-
10 νης, Παυσανίας, Θεαγένης, Εὐαίνετος Ἀμφισσεῖς, Ἀλέξων, Πολέμαρχος Πλυ-
γονεῖς.
Search Help
Contact Us