[ ] Phokis — Delphi — 176 BC
1 ἄρχοντος Μελισσίωνος μηνὸς Βυσίου, ἀπέδοτο Μυρτὶς Ἵππωνος Δελφὶς τῶι Ἀπόλ<λ>ωνι τῶι Πυθίωι σῶμα
γυναικεῖον ἇι ὄνομα Θευδότα, τιμᾶς ἀργυρίου μνᾶν τρῖων, καθὼς ἐπίστευσε Θευδότα τὰν ὠνὰν
τῶι θεῶι. παραμεινάτω δὲ Θευδότα παρὰ Μυρτίδα ἀνεγκλήτως ἕως κα αὐτὰ ζώη. βεβαιωτήρ·
Ἀριστείδας Ἵππωνος Δελφός· παρόντος καὶ τοῦ ἄρχοντος Πραξία. μάρτυρες· ὁ ἱερεὺς Ἄθαμβος· Καλλίκων,
5 Ἀρισταγόρας, Κρίτων, Ἧρυς, Καλλικράτης.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server