[ ]
Phokis — Delphi — 174-173 BC
| 1 | ἄρχοντος Σωσινίχου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσ- |
| δε ἀπέδοτο Πάσιχον Εὐαγόρα Δελφὶς τῶι Ἀπόλ- | |
| λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σω- | |
| σίχα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν | |
| 5 | τιμὰν ἔχει, καθὼς αὐτὰ ἐπίστευσε Σωσίχα |
| τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ | |
| ἀνέφαπτος τὸμ πάντα βίον, ποιοῦσα ὅ κα θέληι. | |
| βεβαιωτῆρες κατὰ τὸν νόμον· Εὐαγόρας Ἁβρομά- | |
| χου Δελφός, Εὔαρχος Εὐάρχου Ἀμφισσεύς. μάρτυ- | |
| 10 | ρες· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄθαμβος, ὁ ἄρχων |
| Γλαῦκος, ἰδιῶται Ἀγέας, Μαντίας Κλεοδάμου, | |
| Ἀριστώνυμος, Ξένων Δελφοί, Ἀσίδαμος, Ἄνδρων | |
| Ἀμφισσεῖς. παραμεινάτω δὲ Σωσίχα Πασίχωι | |
| μέχρι κα βιοῖ ποιοῦσα ὅ κα κέληται Πάσιχον. | |
| 15 | εἰ δέ κα μὴ παραμένη ἢ μὴ ποιῆ τὸ ποιτασσόμε- |
| νον Πασίχωι τὸ δυνατόν, κυρία ἔστω Πάσιχον | |
| κολάζουσα ὥς κα θέληι. |