[ ]
Phokis — Delphi — 173-172 BC
| 1 | στραταγέοντος τῶν Αἰτωλῶν Θόα Τριχονίου τὸ τέταρτον μηνὸς Δίου, ἐν Δελφοῖς δὲ |
| ἄρχοντος Αἰακίδα μηνὸς Ποιτροπίου, ἀπέδοτο Εὔδαμος Τιμαίου Ἀρσινοεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
| σῶμα ἀνδρεῖον ὧι ὄνομα Εὐθυμένης τὸ γένος Λάκωνα, τιμᾶς ἀργυρίου τριῶν ἡμιμναίων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, | |
| καθὼς ἐπίστευσε Εὐθυμένης τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων, ποιῶν | |
| 5 | ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτήρ· Πραξίας Εὐδόκου Δελφός, κατὰ τὰν συμβολὰν καὶ τοὺς νό- |
| μους. εἰ δέ τίς κα ἐφάπτηται Εὐθυμένεος, βέβαιον παρεχόντω τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτὴρ | |
| τῶι θεῶι. καὶ ὁμοίως ὁ παρατυνχάνων κύριος ἔστω συλέων Εὐθυμένη ἐπὶ τὸν θεὸν ὡς ἐλεύθε- | |
| ρον ὄντα ἀνυπεύθυνος ὢν πάσας δίκας καὶ ζαμίας. μάρτυρες· Ἀμύντας ὁ ἱερεύς, Ὀρθαῖος ὁ ἄρχων, ἰδιῶται Κλεό- | |
| δαμος Κλέωνος, Διόδωρος, Δεξικράτης Μνασιθέου Δελφοί, Χαιρέλαος Χαλειεύς, Ἀρχέδαμος Ἀμ- | |
| 10 | φισσεύς, Ἀριστοκλῆς Ἀρσινοεύς. |