[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Θευξένου μηνὸς Θευξενίου, ἐπὶ τοῖσδε |
| ἀπέδοτο Ἀμύντας Σωσία Δελφός, συνεπαινέοντος | |
| Ἀμύντα τοῦ υἱοῦ τοῦ Ἀμύντα, τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
| κατὰ τὸν νόμον τᾶς πόλι[ο]ς σῶμα γυναικεῖον ἇι ὄνομα | |
| 5 | Θευδώραν καὶ κοράσιον ἇι ὄνομα Σωσίκλεια καὶ παι- |
| δάριον ὧι ὄνομα Θεύξενος, τιμᾶς ἀργυρίου μηᾶν ἕξ, καὶ | |
| τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσαν Θευδώρα καὶ | |
| Σωσίκλεια καὶ Θεύξενος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε | |
| ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸμ | |
| 10 | πάντα βίον, ποιέοντες ὅ κα θέλωντι καὶ ἀποτρέχον- |
| τες οἷς κα θέλωντι. βεβαιωτῆρες κατὰ τὸν νόμον | |
| τᾶς πόλιος· Ἀρχέ[ας] Νικοβούλου, Φιλοκράτης Ξένω- | |
| νος. εἰ δέ τίς κα [ἐφ]άπτηται Θευδώρας καὶ Σωσι- | |
| κλείας ἢ Θευξ[έ]νου, βέβαιον παρεχόντων τῶι θεῶι | |
| 15 | τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀμύντας καὶ οἱ βεβαιωτῆ- |
| ρες· εἰ δέ κα μὴ παρέχωντι, ὑπόδικοι ἐόντων | |
| κατὸν νόμον τᾶς πόλιος. ὡσαύτως δὲ καὶ οἱ παρατυγ- | |
| χάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέρους | |
| ὄντας ἀζάμιου ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας | |
| 20 | καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, |
| Ταραντεῖνο<ς>, ἰδιῶται Δικαίαρχος, Ἀντιχάρης Ἀζαράτου, | |
| Δορκύλος, Ἀριστοκλῆς, Κλέων Κλευξένου, Γοργίας. |