[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Θευξένου μηνὸς Δαιδαφορίου, ἀπέδοτο Κλέων Κλευξένου, Φαινέ- |
| [ας] Κλέωνος, συνευδοκεόντων τῶν ὑῶν Κλευξένου καὶ Νικοδάμου, | |
| σῶμα γυναικεῖον ἇι ὄνομα Σωσὼ τὸ γένος Φρᾶισσαν τῶι Ἀπόλλωνι τῶι Πυ- | |
| θίωι, τιμᾶς ἀργυρίου μνᾶν τεττάρων, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν. βεβαιω- | |
| 5 | τὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἄθαμβος Ἀθανίωνος. καθὼς ἐπίστευ- |
| σε Σωσὼ τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὅτωι ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον | |
| ἀπὸ πάντων τὸμ πάντα βίον, ποιοῦσα ὅ κα θέλη. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπό[λ]- | |
| λωνος Ἀμύντας, Ταραντῖνος, ἰδιῶται Μελισσίων, Φίλαγρος, Φίλων Ἀριστέα, | |
| Εὐφρόνιος, Ἀρτεμίδωρος, Παντάγαθος, Ἀρχέλαος Πυθαφάνεος καὶ | |
| 10 | τῶν ἀρχόντων Ἰατάδας. |