[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Θευξένου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο |
| Δαμὼ Κρατέρου Δελφὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι- | |
| κεῖον ἇι ὄνομα Εὐφροσύνα, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν | |
| τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Εὐφροσύνα τῶι θεῶι τὰν | |
| 5 | ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν |
| πάντα βίον. βεβαιωτὴρ κατὰ τὸν νόμον· Πραξίας Εὐδόκου Δελφός. | |
| παραμεινάτω δὲ Εὐφροσύνα παρὰ Δαμὼ ἄχρι κα ζώη Δαμώ. εἰ δέ τί κα | |
| πάθη Δαμώ, ἐλευθέρα ἔστω Εὐφροσύνα κυριεύουσα αὐτοσαυτᾶς κα<ὶ> ποιέου- | |
| σα ὅ κα θέληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται ἐπὶ κατα- | |
| 10 | δουλισμῶι Εὐφροσύνας τελευτασάσας Δαμοῦς, βέβαιον παρεχέ{ι}τω {²⁶παρεχέτω}²⁶ ὁ βεβαιω- |
| τὴρ τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύρι- | |
| οι ἐόντων συλέοντες ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πά- | |
| σας δίκας καὶ ζαμίας. μάρτυροι· τῶν ἀρχόντων Ξένων, Ἰατάδας, ἰδιῶται Δίων | |
| Φιλστίωνος, Ἀριστόμαχος Ὀλυμπογένεος, Εὐκλείδας Καλλείδα, Φίλων, | |
| 15 | Νικίας Νίκωνος. |