[ ]
Phokis — Delphi — 170-157/6 BC
| 1 | ἄρχοντος Ἄρχωνος τοῦ Καλλία μηνὸς Ἐνδυσποιτροπίου, ἀπέδοτο Ἀ- |
| τισίδας Ὀρθαίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα γυναικεῖα τρία αἷς ὀ- | |
| νόματα Ἀντιγόνα τὸ γένος Ἰουδαίαν καὶ τὰς θυγατέρας αὐτᾶς Θεοδώραν | |
| καὶ Δωροθέαν, τιμᾶς ἀργυρίου μνᾶν ἑπτά, καὶ τὰν τιμὰν ἔχει πᾶσαν. βεβαι- | |
| 5 | ωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Εὔδοκος Πραξία Δελφός. καθὼς ἐπί- |
| στευσε Ἀντιγόνα καὶ Θευδώρα καὶ Δωροθέα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐ- | |
| λεύθεραι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα βίον. εἰ δέ τις ἅπτοι- | |
| το ἐπὶ καταδουλισμῶι αὐτᾶν, βέβαιον παρεχέτω ὅ τε ἀποδόμενος Ἀτει- | |
| σίδας καὶ ὁ βεβαιωτὴρ Εὔδοκος· εἰ δὲ μὴ παρέχοιν βέβαιον τὰν ὠνὰν τῶι | |
| 10 | θεῶι ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον. |
| ὁμοίως δὲ καὶ οἱ παρα[τ]υγχάνοντες κύριοι ἐόντω συλέοντες | |
| αὐτὰς ὡς ἐλευθέρας ἐούσας ἀζάμιοι ἐόντες καὶ | |
| ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱε- | |
| ρεὺς τοῦ Ἀπόλλωνος Ἀμύντας καὶ οἱ ἄρχοντες | |
| 15 | Νίκαρχος, Κλέων Δαμοσθένεος, Ἁγίων Ἐκεφύλου, |
| ἰδιῶται Ἄρχων Νικοβούλου, Εὔδωρος Ἀμύντα. |