[ ]
Phokis — Delphi — 170-157/6 BC
| 1 | ἄρχοντος Ἀμφιστράτου μηνὸς Ἀπελλαίου, ἀπέδοτο Κρατὼ Μεσατέος |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι παιδάριον ἐνδογενὲς ὧι ὄνομα Σωσικράτης, καθὼς | |
| ἐπίστευσε τὰν ὠνὰν τῶι θεῶι Σωσικράτης, τιμᾶς ἀργυρίου μνᾶν δύο, καὶ τὰ- | |
| ν τιμὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Εὐάγγελος Πά- | |
| 5 | τρωνος. παραμεινάτω δὲ Σωσικράτης παρὰ Κρατὼ ποιῶν τὸ ποιτασσόμενον πᾶν, |
| ἄχρι οὗ κα ζώη Κρατώ· εἰ δὲ μὴ παραμείναι καθὼς γέγραπται, ἄκυρος καὶ ἀτελὴς ἁ | |
| ὠνὰ ἔστω. μάρτυροι· Ἰατάδας, Ἀριστίων, Φιλαίτωλος. |