[ ]
Phokis — Delphi — ca. 156-151 BC
| 1 | ἄρχοντος Πατρέα μηνὸς Ποιτροπίου, ἀπέδοτο Πολύξενος Ζηνέα, συνευδοκέοντος |
| καὶ τοῦ ὑοῦ Ξενοχάρεος, σῶμα γυναικεῖον ἇι ὄνομα Βακχὶς τῶι Ἀπόλλωνι τῶι Πυθί- | |
| ωι, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε Βακχὶς τὰν | |
| ὠνὰν τῶι θεῶι, ἐφ’ ὅτωι ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος καὶ κύριον εἶμεν τὸν παρα- | |
| 5 | τυχόντα συλέοντα ἐπ’ ἐλευθερίαι. βεβαιωτὴρ [κ]ατὰ τὸν νόμον· Κλευφάνης Ἀμινία. |
| παραμεινάτω δὲ Βακχὶς παρὰ Πολύξενον ὑπηρετέουσα Πολυξένω μέχρι κα | |
| ζώη ἀνενκλήτως. μάρτυροι· τοὶ ἱερεῖς Ἀμύντας, Ἀνδρόνικος καὶ τοὶ ἄρχον- | |
| τες Ἀστύοχος· Νικίας, Τίμων Καλλικράτεος. |