[ ]
Phokis — Delphi — ca. 156-151 BC
| 1 | ἄρχοντος Πατρέα τοῦ Ἀνδρονίκου μηνὸς Βυσίου, ἀπέ[δ]οτο Σωσί- |
| ας Σωσία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄ[ν]ο- | |
| μα Νικαία τὸ γένος ἐξ Ἀργεθίας καὶ τὸν ὑὸν αὐτᾶς Ἰσθμόν, τιμᾶς | |
| ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Νικαία καὶ Ἰσθμὸς | |
| 5 | τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεροι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα |
| βίον. παραμεινάτω δὲ Νικαία καὶ Ἰσθμὸς παρὰ Σωσίαν ἄχρι οὗ κα ζώη Σωσίας, ποιέοντες πᾶν | |
| τὸ ποτιτασσόμενον Σωσία τὸ δυνατὸν [ἀ]νενκλήτως· εἰ δὲ μὴ ποιέοιν Νικαία καὶ Ἰσθμός, μὴ | |
| ἔστω βέβαιος αὐτοῖς ἁ ὠνά, ἀλλὰ ἄκυρος ἔστω. εἰ δέ τι ἐνκαλέοι Σωσίας Νικαία ἢ Ἰσθμῶ, ἐπικρι- | |
| θέντω ἐν ἄνδροις τρίοις· ὅ τι δέ κα οὗτοι κρίνωντι, κύριον ἔστω. εἰ δέ τί κα πάθη Σωσίας, ποιη- | |
| 10 | σάτω τὰ ποτὶ γᾶν πάντα τὰ νομιζόμενα Νικαία καὶ Ἰσθμός. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς |
| πόλιος· Τιμόκριτος Εὐκλείδα. εἰ δέ τις ἅπτοιτο Νικαίας ἢ Ἰσθμοῦ ἐπὶ καταδουλισμῶι ἐπεί | |
| κά τι πάθη Σωσίας, βέβαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι θεῶι [τ]ὰν ὠνάν. ὁμοίως δὲ καὶ οἱ παρα- | |
| τυνχάνοντες κύριοι ἐόντω συλέοντες ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐόντες καὶ ἀ- | |
| νυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλω[ν]ος | |
| 15 | Ἀμύντας, Ἀνδρόνι- |
| κος καὶ τῶν ἀρχόντων Πολυκράτης, Πασίων καὶ ἰδιῶται Πατρέας, Εὐκλείδας, Εὐαγόρας, | |
| Τιμόκριτος. |