[ ]
Phokis — Delphi — ca. 156-151 BC
| 1 | ἄρχοντος Πατρέα μηνὸς βοαθοίου, ἀπέδοτο Σωξένα |
| Σωπόλι[ο]ς καὶ Πασὼ Σωδαμίδα, συνευδοκέοντος καὶ | |
| Ἀσάνδρου τοῦ Σωπόλιος, τῶι θεῶι σῶμα ἀνδρεῖον | |
| ὧι ὄνομα Σαραπίων τὸ γένος Σύρον, τιμᾶς ἀργυρίου | |
| 5 | μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχοντι, καθὼς ἐπίστευσε Σα- |
| ραπίων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι ἐλεύθερος εἶ- | |
| μεν καὶ ἀνέφαπτος ἀπὸ πάντων. βεβαιωτὴρ κατὰ | |
| τοὺς νόμους· Ἀστόξενος Διονυσίου. μάρ[τ]υροι· | |
| τῶν ἀρχόντων Ἀρχέλαος Δαμοσθένεος, Ἀστύο- | |
| 10 | χος Γνωσίλα· Ἄρχων, Βάκχιος, Ξένων, Ἄσανδρος, |
| Ἀριστίων, Θεόξενος, Καλλείδας. |