[ ]
Phokis — Delphi — 170-157/6 BC
| 1 | ἄρχοντος Ἀνδρονίκου μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Χαρίξενος Ἀλέξωνος |
| Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀνθράκιον, τιμᾶς ἀργυρί[ου μν]ᾶν | |
| δύο, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἀνθράκιον τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε [ἐλευθέ]- | |
| ραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρόνον ποιοῦσαν ὅ κα θέλη καὶ ἀ[ποτρέχου]- | |
| 5 | σαν οἷς κα θέ[λη]. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Διόδωρος [Ἡράκωνος] |
| Δελφός. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδ[ο]υ[λισμῶι] | |
| Ἀνθρακίου, ὁ βεβαιωτὴρ ἀσφαλῆ παρεχέτ[ω τὰν ὠ]- | |
| νὰν τῶι θεῶι. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀ[πόλ]- | |
| λωνος Ταραντῖνος, Ἀμύντα[ς], | |
| 10 | Μένης, {²⁷Ἀμύντα[ς — —μένης?}²⁷ Σωδαμίδας Εὐαγγέλο[υ], |
| Εὐάγγελος Σωδαμίδα, Νικό- | |
| μαχος Δεξίππου, Θεύφρασ- | |
| στος Φιλοκράτεος. |