[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Σωξένου μηνὸς Ἐνδυσποιτροπίου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Λαιάδα τοῦ Βαβίλου, |
| Ἀντιγένεος τοῦ Διοδώρου, γραμματεύοντος δὲ Ἡρακλείδα τοῦ Καλλία, ἐπὶ τοῖσδε ἀπέδοτο Πολύα Φιλί- | |
| νου, συνευδοκεούσας καὶ τᾶς θυγατρὸς αὐτᾶς Ἡραιΐδος καὶ τοῦ υἱοῦ Πολυτιμίδα καὶ Ἐρασίππου τοῦ | |
| τᾶς θυγατέρος υἱοῦ Ἀριστοῦς καὶ Φιλοκράτεος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνο- | |
| 5 | μα Κασταλία τὸ γένος Σύραν, τιμᾶς ἀργυρίου μνᾶν τεττάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, κα- |
| θὼς ἐπίστευσε Κασταλία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν | |
| πάντα χρόν[ο]ν ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πό- | |
| λιος· Ἀστόξενος Διονυσίου. εἰ δέ τις ἐφάπτοιτο Κασταλίας ἐπὶ καταδουλισσμῶι, βέβαιον παρεχόν- | |
| των τῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτὴρ Ἀστόξενος· εἰ δὲ μὴ παρέχο[ι]ν βέβαιον τῶι θε- | |
| 10 | ῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόν- |
| των συλέοντες Κασταλίαν ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρ- | |
| τυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Λαιάδας, Ἀντιγένης, Ἡρακλείδας καὶ ἰδι- | |
| ῶται Ἐμμενίδας Δεξικράτεος, Ἄθαμβος Ἁβρομάχου, Πεισί<σ>τρατος Βούλωνος, Σώξενος Ἐκεφύλου, Ἀρίστων Δα- | |
| μοφάνεος, Ἀτεισίδας Ξένωνος, Πασίων Σωτάδα, Εὐκράτης Ξενοφάντου, Εὐκράτης Χαρία, Τίμανδρος Με- | |
| 15 | νάνδρου Λιλαιεῖς, Αὐτοκράτης Ἀγασέα Δαυλιεύς. |