[ ]
Phokis — Delphi — ca. 156-151 BC
1 | ἄρχοντος Πατρέα μηνὸς βοαθοίου, ἀπέδοτο Σωξένα |
Σωπόλι[ο]ς καὶ Πασὼ Σωδαμίδα, συνευδοκέοντος καὶ | |
Ἀσάνδρου τοῦ Σωπόλιος, τῶι θεῶι σῶμα ἀνδρεῖον | |
ὧι ὄνομα Σαραπίων τὸ γένος Σύρον, τιμᾶς ἀργυρίου | |
5 | μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχοντι, καθὼς ἐπίστευσε Σα- |
ραπίων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι ἐλεύθερος εἶ- | |
μεν καὶ ἀνέφαπτος ἀπὸ πάντων. βεβαιωτὴρ κατὰ | |
τοὺς νόμους· Ἀστόξενος Διονυσίου. μάρ[τ]υροι· | |
τῶν ἀρχόντων Ἀρχέλαος Δαμοσθένεος, Ἀστύο- | |
10 | χος Γνωσίλα· Ἄρχων, Βάκχιος, Ξένων, Ἄσανδρος, |
Ἀριστίων, Θεόξενος, Καλλείδας. |