[ ]
Phokis — Delphi — undated
| 1 | ἀ[γαθᾷ τύχᾳ. ἄρχοντος Ἥρυος τοῦ Κλέωνος, βουλευόντων Ξενοκρίτου τοῦ Μέ]- |
| νητος, Χαρ[ιξένου τ]οῦ Σωτύλ[ου, Ταραντίνου τοῦ Δρομοκλείδα, Ἀρχελάου] | |
| τοῦ Εὐδώρου· ἐπεὶ Αἰακίδας Βαβύλου, ἐπελθὼν ἐπὶ τὰν [ἐκκλησίαν, διε]- | |
| λέγη ὑπὲρ Ἀριστόνου{ς} τοῦ Σωσάνδρου Ὑπαταίου, διότι ἐκ[τενὴς] | |
| 5 | καὶ εὔνους ὑπάρχει ποτί τε τὸ ἱερὸν καὶ τὰν πόλιν τῶν Δελφῶν καὶ [περὶ] |
| πλείστου ποιείμενος τὰν ποτὶ τοὺς θεοὺς εὐσέβειαν, αὑτὸν εὔχρη- | |
| στον ἐν παντὶ κα<ι>ρῶι παρασκ[ευ]άζων καὶ κοινᾶι τᾷ πόλ<ε>ι καὶ καθ’ ἱδίαν τοῖς <ἐντυγχανόντοις> τῶν | |
| πολειτᾶν ἐν ἅ κά τις αὐτὸν παρακαλῇ, συνποτιγινόμενος μετὰ πάσας | |
| προθυμίας ἐν οἷς κα τυνχάνω<ν>τι χρ<ε>ίαν ἔχοντες, καὶ λέγων καὶ | |
| 10 | π<ράσ>σων διὰ παντὸς περί τε τοῦ ἱεροῦ καὶ τᾶς πόλιος τῶν Δελφῶν |
| τὰ κάλλιστα, σφουδᾶς καὶ φιλοτιμίας οὐθὲν ἐ[λ]λ<ε>ίπων· ἐν τούτοις οὖν, ἀγαθᾷ τύχᾳ, | |
| δέδοκται τᾶι πόλει τῶν Δελφῶν <ἐν ἀγορᾷ τελείῳ>, σὺν ψάφοις ταῖς ἐννόμοις, ἐπαινέσαι Ἀριστόνουν Σωσάνδρου | |
| Ὑπαταῖον ἐπί τε τᾷ προαιρέσει ἇι ἔχων διατελεῖ ποτί τε τὸ ἱερὸν καὶ τὰν πόλιν τῶν Δελφῶν, | |
| κα<ὶ> ὑπάρχει<ν> αὐτῶι καὶ ἐκγ<ό>νοις παρὰ τᾶς πόλιος προξενία<ν>, προμαντεία<ν>, προδικίαν, ἀσυλίαν, | |
| 15 | [ἀ]τέλειαν πάντων, προεδρίαν [ἐν] πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθη- |
| σι, καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν, καὶ τἆ<λ>λα τίμια ὅσα καὶ τοῖς ἄλλοις | |
| προξένοις καὶ εὐεργέταις τᾶς πόλιος {τᾶς πόλιος} ὑπάρχει· | |
| ἀναγράψαι δὲ τοὺς ἄρχοντας τὸ ψάφισμα ἐν τῷ ἱερῶι τοῦ Ἀπόλλω- | |
| νος ἐν τῶι ἐπιφανεστάτωι τόπωι, καλέσαι δὲ αὐτὸν καὶ ἐπὶ ξέ- | |
| 20 | νια ἐν τὸ βρυτανεῖον ἐπὶ τὰν κοινὰν τᾶς πόλιος ἑστίαν, ἀποστ<ε>ί- |
| λαι δὲ καὶ ἀντίγραφον τᾶν τιμᾶν ποτὶ τὸ κοινὸν τῶν Αἰνιά- | |
| νων, ὅπως εἰδῶντι. |