[ ]
Phokis — Delphi — 91-68 BC
| 1 | [ἀγαθᾷ τύχᾳ. ἄρχοντος Ἥρυος τοῦ Κλέωνος, βουλευ]- |
| [όντων Ξενοκρίτου τοῦ Μένητος, Χαριξέν]ου [τοῦ] Σω- | |
| [τύλου, Ταραντίν]ου τοῦ Δρο[μοκλείδα], Ἀρχελάου | |
| [τοῦ Εὐ]δώρου· ἐπεὶ Αἰακίδας Β[αβύλου, ἐπ]ελθὼν ἐπ[ὶ] | |
| 5 | [τὰν ἐκ]κλησίαν, διελέγη ὑπὲρ Ἀ[ριστό]νου τοῦ Σωσά[ν]- |
| δρου Ὑπαταίου, διότι ἐκτενὴς καὶ εὔνους ὑπάρχει πο- | |
| τί τε τὸ ἱερὸν καὶ τὰν πόλιν τῶν Δελφῶν καὶ περὶ πλε[ί]- | |
| στου ποιείμενος τὰν ποτὶ τοὺς θεοὺς εὐσέβειαν, αὐ- | |
| τοσαυτὸν εὔχρηστον ἐν παντὶ καιρῶι παρασκευάζων | |
| 10 | καὶ κοινᾷ τᾷ πόλει καὶ καθ’ ἱδίαν τοῖς ἐντυγχανόντοις |
| τῶν πολιτᾶν ἐν ἅ κά τις αὐτὸν παρακαλῇ, συνποτιγινό- | |
| μενος μετὰ πάσας προθυμίας ἐν οἷς κα τυγχάνωντι | |
| χρε<ί>αν ἔχοντες, καὶ λέγων καὶ πράσσων διὰ παντὸς πε- | |
| ρὶ τοῦ ἱεροῦ καὶ τᾶς πόλιος τῶν Δελφῶν <τὰ κάλλιστα>, σπουδᾶς καὶ φι- | |
| 15 | λοτιμίας οὐθὲν ἐλλείπων· ἐπὶ δὲ τούτοις, ἀγαθᾶι τύχαι, |
| δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾷ τελείωι, σὺμ | |
| ψάφοις ταῖς ἐννόμοις, ἐπαινέσαι Ἀριστόνουν Σωσάν- | |
| δρου Ὑπαταῖον ἐπί τε τᾷ προαιρέσει ἇι ἔχων διατελεῖ | |
| ποτί τε τὸ ἱερὸν καὶ τὰν πόλιν τῶν Δελφῶν, καὶ ὑπάρ- | |
| 20 | χειν αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξενίαν, |
| προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων, | |
| προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, | |
| καὶ γᾶς καὶ οἰκίας ἔγκτησιν, καὶ τἆλλα τίμια ὅσα καὶ τοῖς | |
| ἄλλοις προξένοις καὶ <εὐ>εργέταις τᾶς πόλιος ὑπάρχει· ἀ- | |
| 25 | ναγράψαι δὲ τοὺς ἄρχοντας τὸ ψάφισμα ἐν τῶι ἱερῶι τ[οῦ] |
| Ἀπόλλωνος ἐν τῶι ἐπιφανεστάτωι τόπωι, καλέσαι [δὲ] | |
| [αὐτὸν καὶ ἐπὶ ξένια ἐν τὸ πρυτανεῖον ἐπὶ τὰν κοινὰν] | |
| τᾶς πόλιος ἑστίαν, ἀποστεῖλαι [δὲ καὶ ἀντίγραφον] τᾶν | |
| τιμᾶν ποτὶ τὸ κοινὸν τῶν Αἰνιάνων, ὅ[πως ε]ἰδῶντι. |