[ ] Phokis — Delphi — undated — SIG(3) 556C; SGDI 2844
1          θεοί.
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν, σὺν ψάφωι τᾶι ἐννόμωι. ἐπειδὴ Μεσσάνιοι
στρατιώτας ἀπέστειλαν ὥστε συνδιαφυλάξαι τό τε ἱερὸν καὶ τὰν πόλιν,
καὶ ἐπὶ τούτων Ξενάρετον Τελεσάρχω, Ἐπιχάρη Φιλλία, τὸς βοαθοήσαντας
5 τῶι τε ἱερῶι καὶ τᾶι πόλει, καὶ τοῦτοι συνδιεφύλαξαν τό τε ἱερὸν καὶ τὰν πόλιν
καλῶς καὶ ἀσφαλῶς, καὶ ἐνεδάμησαν εὐτάκτως· δεδόχθαι τᾶι πόλει ἐπαινέσαι
τὰν πόλιν τῶν Μεσσανίων εὐσεβείας ἕνεκεν τᾶς ποτὶ τὸν θεὸν καὶ εὐνοίας τᾶς ποτὶ
τὰν πόλιν, καὶ εἶμεν Μεσσανίους εὐεργέτας τοῦ ἱεροῦ καὶ τᾶς πόλιος, καὶ δεδόσθαι αὐτοῖς
προμαντείαν, προξενίαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων, καὶ τἆλλα ὅσα
10 καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις δίδοται. ἄρχοντος Ἁλεξέα, βουλευόντων Λυσιμάχου,
Ἀρχέλα, Λυσιδάμου, Εὐθυδίκου, Ἀρχέλα.
Search Help