[ ]
Phokis — Delphi — 207/6 BC — SIG(3) 556D; SGDI 2845
| 1 | θεός. τύχα. |
| ἔδοξε τᾶι πόλει τῶν Δελφῶν, ἐν ἀγορᾶι τελείωι, σὺμ ψάφωι τᾶι ἐννόμωι. ἐπειδή, ἀποσταλέντων | |
| ἀπὸ τᾶς πόλιος τῶν Μεσσανίων ἐπὶ τῶν στρατιωτᾶν ξεναγῶ Ξεναρέτω Τελεσάρχω, πα<ρα>στάτα | |
| Ἐπιχάρεος Φιλλία, ἁγεμόνων ὥστε βοαθοῆσαι τῶι τε ἱερῶι καὶ τᾶι πόλει, τό τε ἱερὸν συνδιεφύλα- | |
| 5 | ξαν καὶ τὰν πόλιν καλῶς καὶ ἀσφαλῶς, καὶ τοὺς στρατιώτας εὐτάκτους παρεσκεύαξαν καὶ ἀνεν- |
| κλήτους, καὶ αὐτοὶ ἐνεδάμησαν ἀξίως καὶ τοῦ θεοῦ καὶ τᾶς πόλιος· δεδόσθαι παρὰ τᾶς πόλιος | |
| αὐτοῖς καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλ[ί]αν, ἀτέλειαν [πά]ντ[ων], | |
| καὶ τἆλλα ὅσ[α καὶ το]ῖς ἄλλ[οι]ς εὐεργέταις τοῦ τε ἱεροῦ καὶ τᾶς πόλιος δίδοται. ἄρ[χοντος Ἀλεξέα], | |
| βουλευόντ[ων Λυσιμάχου, Ἀρχέλ]α, Λυσιδάμου, Εὐθυδίκου, Ἀρχέλα. |