[ ]
Phokis — Delphi — undated
1 | θεός. τύχαν ἀγαθάν. |
ἄρχοντος Σωτύλου τοῦ Ἡ[ρ]άκων[ος, μ]ηνὸς Ἡρακλήου, βουλευόντω[ν] | |
Πολυτιμίδα <τοῦ Ἀ>θάνβου, Μεγάρτα τοῦ Εὐανγέλου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρχίας | |
Διοδώρου καὶ Εὐπατρὰς Ἀντιγένεος, συνευαρεστεόντων καὶ τῶν υἱῶν Μν[α]- | |
5 | σιθέου καὶ Ἀντιγένεος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι κοράσιον οἰκογενὲς ἐπ’ ἐ- |
λευθερίαι, ᾇ ὄνομα Εἰσιάς, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τι- | |
μὰν ἀπέχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος | |
[Π]ολυτιμίδας Ἀθάμβου, καθὼς ἐπίστευσε Εἰσιὰς τῶι θεῶι τὰν ὠνάν, ὥστε | |
ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρόνον, | |
10 | ποιοῦσαν ὅ κα θέλῃ καὶ ἀποτρέχουσαν ᾇ κα θέλῃ. εἰ δέ τις ἐφάπτοι- |
το Εἰσιάδος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντωι τῷ θεῶι τὰν | |
ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν | |
κύριος ἔστω συλέων Εἰσιάδα ἐλευθέραν οὗσαν, ἀζάμιος ὢν | |
καὶ ἀνυπ[όδικ]ος π[άσ]ας δίκας καὶ ζαμίας. μάρτυροι ὅ τε ἱε- | |
15 | ραὺς τοῦ Ἀπόλλ[ω]νος Νικόστρατος Ἄρχωνος, καὶ ἰδιῶ[τ]αι Καλ- |
λίας Εὐκλ[ε]ίδα, Φίλων Στρατάγου, Κλεό[μ]αντις Δίνωνος, Εὐκλείδας | |
Αἰακίδα, Βαβύλος Σε<λεύ>κου. |