[ ]
Phokis — Delphi — undated
| 1 | θεός. τύχαν ἀγαθάν. |
| ἄρχοντος Σωτύλου τοῦ Ἡ[ρ]άκων[ος, μ]ηνὸς Ἡρακλήου, βουλευόντω[ν] | |
| Πολυτιμίδα <τοῦ Ἀ>θάνβου, Μεγάρτα τοῦ Εὐανγέλου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρχίας | |
| Διοδώρου καὶ Εὐπατρὰς Ἀντιγένεος, συνευαρεστεόντων καὶ τῶν υἱῶν Μν[α]- | |
| 5 | σιθέου καὶ Ἀντιγένεος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι κοράσιον οἰκογενὲς ἐπ’ ἐ- |
| λευθερίαι, ᾇ ὄνομα Εἰσιάς, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τι- | |
| μὰν ἀπέχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος | |
| [Π]ολυτιμίδας Ἀθάμβου, καθὼς ἐπίστευσε Εἰσιὰς τῶι θεῶι τὰν ὠνάν, ὥστε | |
| ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρόνον, | |
| 10 | ποιοῦσαν ὅ κα θέλῃ καὶ ἀποτρέχουσαν ᾇ κα θέλῃ. εἰ δέ τις ἐφάπτοι- |
| το Εἰσιάδος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντωι τῷ θεῶι τὰν | |
| ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν | |
| κύριος ἔστω συλέων Εἰσιάδα ἐλευθέραν οὗσαν, ἀζάμιος ὢν | |
| καὶ ἀνυπ[όδικ]ος π[άσ]ας δίκας καὶ ζαμίας. μάρτυροι ὅ τε ἱε- | |
| 15 | ραὺς τοῦ Ἀπόλλ[ω]νος Νικόστρατος Ἄρχωνος, καὶ ἰδιῶ[τ]αι Καλ- |
| λίας Εὐκλ[ε]ίδα, Φίλων Στρατάγου, Κλεό[μ]αντις Δίνωνος, Εὐκλείδας | |
| Αἰακίδα, Βαβύλος Σε<λεύ>κου. |