[ ]
Phokis — Delphi — 163/2 BC?
| 1 | ἄρχοντος Ἐμμενίδ[α το]ῦ Κα[λλία], μην[ὸς Ἐ]νδ[υσπο]ιτροπίου, ἀπέδοτο Ἀ[ντι]χά- |
| ρης Ἀζαράτου τῶι Ἀπολλωνι τῶι Πυθίῳ σῶμα γυναικεῖον ἇι ὄνομα Σωσίχα, | |
| τιμᾶς ἀργυρίου μνᾶν 𐅖𐅖𐅖𐅖 {⁸4 mn.}⁸, καὶ τὰν τι[μ]ὰν ἔχει, καθὼς ἐπίστευσε Σωσίχα τὰν | |
| ὠνὰν τῶι θεῷ ἐφ’ ὅτῳ ἐλευθέραν εἶμεν τὸν πάντα χρόνον ποιοῦσαν ὅ κα θέλῃ | |
| 5 | καὶ ἀποτρέχουσαν ᾇ κα θέλῃ. εἰ δέ τις καταδουλίζοιτο Σωσίχαν, κύριος ἔσ- |
| τω ὁ παρεντυχὼν συλέων Σωσίχαν ἀνυπόδικος ὢν καὶ ἀζάμιος πάσας | |
| δίκας καὶ ζαμίας. βεβαιωτὴρ Ἄθαμβος Ἀθανίωνος κατὰ τοὺς νομοὺς | |
| τᾶς πόλιος. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύντας καὶ τοὶ | |
| ἄρχοντες Ἄθαμβος, Κλέων, Καλλικλῆς καὶ ἰδι[ῶ]ται Μένης, Φίλων, Μνασίθεος, Σω- | |
| 10 | κράτης. |